Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἴδιον ὄργανον εἰς κάθαρσιν τοῦ αἵματος, ὥσπερ αἵ τε κύστεις ἀμφότεραι καὶ ὁ σπλὴν, αἱ μὲν τοῦ τε πικροχόλου χυμοῦ καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων, ὁ δὲ σπλὴν τοῦ μελαγχολικοῦ χυμοῦ. τὸ μὲν γὰρ ἐν τῇ γαστρὶ γεννώμενον, ὃ συναναφέρεται τοῖς εἰς ἧπαρ ἀναδιδομένοις ἐκ τῶν ἐσθιομένων τε καὶ πινομένων χυμοῖς, ἅμα τούτοις πεπτόμενον αἷμα γίνεται· τὸ δ’ ὑπολειπόμενον ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις ὑπὸ τῆς καταῤῥεούσης ἐξ ἥπατος εἰς αὐτὰ χολῆς ἀποῤῥυπτόμενον ἐκκρίνεται διὰ τῆς κάτω γαστρός. Ἐρασίστρατος δ’, ὅτι μὲν ἐγίνωσκε ταῦτα, δῆλός ἐστιν ἐξ ὧν ἐν τοῖς τῆς θεραπευτικῆς λογισμοῖς ἠναγκάσθη διὰ τὴν χρείαν αὐτῆς μνημονεῦσαι· σιωπῶν δ’ ἐν τοῖς πλείστοις, κατάφωρος γίνεται συσκιάζειν τε καὶ κρύπτειν ἑκὼν προαιρούμενος, ὅσα περὶ τῶν χυμῶν ὀρθῶς εἴρηται τοῖς παλαιοῖς ἰατροῖς, πρὸ αὐτοῦ γὰρ ἵνα τά τ’ ἄλλα παραλιπόντες, οὐ κατὰ τὴν ἄρτι παραγεγραμμένην λέξιν ἐν παρέργῳ πῶς ἐμνημόνευσεν, ἑξῆς ἐπιμνησθῶμεν, οὐκ ἂν ἔχοι τις εὔλογον

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download