Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα. κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραί. τουτέων δ’ ἔτι κακίους αἱ πεταλώδεες. λευκαὶ δὲ καὶ λεπταὶ κάρτα φλαῦραι. τουτέων δ’ ἔτι κακίους αἱ πιτυρώδεες. νεφέλαι δ’ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. ἔστ’ ἂν δὲ πυῤῥόν τε ᾖ τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ νόσημα. καὶ εἰ πολὺν χρόνον εἴη τοιοῦτο ἐὸν, κίνδυνος, μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ ἡ νοῦσος. θανατωδέστατα δὲ τῶν οὔρων ἐστὶ τά θ’ ὑδατώδεα, καὶ δυσώδεα, καὶ μέλανα, καὶ παχέα. ἔστι δὲ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ τουτέοισιν, ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. καὶ τὰς λιπαρότητας δὲ τῶν ἄνω ἐφισταμένων

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download