Digital Corpus for Graeco-Arabic Studies

Galen: De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)

Kühn 1823

Μάλιστα δ’ ἂν πεισθείη τις τοῦτο γίνεσθαι μαθὼν, ὅπως εὔλογόν ἐστιν ὁρᾷν ἡμᾶς. ἀρχὴ δὲ καὶ τοῦδε τοῦ λόγου τοιάδε. τὸ βλεπόμενον σῶμα δυοῖν θάτερον ἢ πέμπον τι πρὸς ἡμᾶς ἀφ’ ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν ἐνδείκνυται διάγνωσιν, ἢ, εἴπερ αὐτὸ μηδὲν πέμπει, περιμένει τινὰ παρ’ ἡμῶν ἀφικέσθαι δύναμιν αἰσθητικὴν ἑαυτῷ. πότερον οὖν αὐτῶν ἐστιν ἀληθέστερον, ὧδ’ ἂν μάλιστα κριθείη. διὰ τοῦ κατὰ τὴν κόρην τρήματος ὁρῶμεν, ὅπερ εἰ περιέμενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ μοῖραν, ἢ δύναμιν, ἢ εἴδωλον, ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειμένων σωμάτων, οὐκ ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἐγνώκειμεν, οἷον ὄρους, εἰ τύχοι, μεγίστου. τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν ἂν ἀπ’ αὐτοῦ τοῖς ὀφθαλμοῖς ἡμῶν, ἡλίκον ἐστὶν αὐτὸ, ὅπερ παντάπασιν ἄλογον, ἅμα τῷ καὶ κατὰ μίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον τῶν ὁρώντων, εἰ καὶ μυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι. τῷ τε ὀπτικῷ οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινομένῳ λαμβάνειν, ὡς περιχεῖσθαι παντὶ τῷ βλεπομένῳ σώματι. τοῦτο

Work

Title: Galen: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων

Domains: Medicine, Philosophy, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 181-805

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_046.xml [1.2 Mb]