De Causis Morborum (Causes of Diseases)
Kühn 1824
περιττωμάτων κᾀκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια. πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόμενον ἕλκωσιν μέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι μορίοις, ἐν τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται. αὗται μὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσημάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι.
Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθμὸν, εἰ μὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται. τὰ μὲν οὖν τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ μὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρμάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωμένων περιττωμάτων, τὰ δ’ ὑπὸ τοῦ μὴ διαπνεῖσθαι· προείρηται δὲ καὶ τὰ τοῦ μὴ διαπνεῖσθαι προηγούμενα. εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος μὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθμὸν τῶν μορίων. ἀλλ’ εἰ μὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόμενον, ὕλης χρηστῆς πλῆθος
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]