De Causis Morborum (Causes of Diseases)
Kühn 1824
τῆς ἐν σαρκί. κατὰ μέν γε τὰ τῆς κεφαλῆς ὀστᾶ καὶ
πλείω τὰ ὀνόματα. τὸ μὲν γὰρ, οἷόν περ ἐν τοῖς ἄλλοις
ὀστοῖς κάταγμα, ῥωγμή τε καὶ ῥῆξις προσαγορεύεται, τὸ δ’
ὑπό τινος ὀξέος ἐμπεσόντος αὐτοῖς καὶ διακόψαντος ἐγκοπή
τε καὶ διακοπὴ καὶ ἕδρα. τὸ δὲ τῆς τερηδόνος ὄνομα
πλεονάζειν δοκεῖ τῳ ε στοιχείῳ· παρὰ γὰρ τὸ τρῆμα συγκεῖσθαι
πεπίστευται, καθάπερ τερηδών τις οὖσα. καὶ γίνεται
μὲν ὑπὸ δριμέων χυμῶν διαβιβρωσκόντων, ὑποπίπτει δὲ
κατ’ ἀρχὰς μὲν ἑτέρῳ γένει νοσήματος. ὀστοῦ γοῦν τραχύτης
μᾶλλον ἢ τερηδὼν ὀνομάζεται. μείζονος δὲ τοῦ τρήματος
γενομένου καὶ οἷον ὀπῆς τινος ἤδη φαινομένης, τερηδὼν
ὀνομάζεται. καὶ μὴν καὶ τὸ θλάσμα τούτου τοῦ γένους ἐστὶν,
ἐν μὲν τοῖς σαρκώδεσιν ὡς τὰ πολλὰ μέρεσι γιγνόμενον, ἔστιν
ὅτε δὲ κᾀν τοῖς τῆς κεφαλῆς ὀστοῖς, ἐπὶ παίδων μάλιστα.
δεῖ μὲν γὰρ εἴκειν εἰς ἑαυτὸ πάντως τὸ θλασθησόμενον, δεῖ
δὲ αὐτὸ τοῦτο μαλακὸν εἶναι καὶ μὴ τελέως σκληρόν. ὥστε
τῶν σαρκωδῶν ἔσται μορίων καὶ τῶν ἁπαλῶν ὀστῶν ὑπό
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]