Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

ἐργάζεται, καθάπερ ἐρυσιπέλατά τε καὶ ἕρπητες καὶ ἄνθρακες καὶ φλεγμοναὶ καὶ φύγεθλα, τὰ δ’ ὅλον τὸ σῶμα συνεκθερμήναντα πυρετὸν ἤγειρε. καὶ γὰρ οὖν καὶ τὸ τρίτον αἴτιον ἀμέτρου θερμότητος ἔκ τε τούτων ἤδη πρόδηλον, ὅπως ἐπιγίγνεται τοῖς ζώοις, κᾀκ τῶν καλουμένων ἐγκαύσεων. ἐπί τε γὰρ τοῖς βουβῶσι καὶ ταῖς φλεγμοναῖς καὶ τοῖς ἐρυσιπέλασι καὶ πᾶσι τοῖς οὕτω θερμοῖς νοσήμασιν ἀεὶ τὸ ψαῦόν τε καὶ συνεχὲς μόριον αὐτὸ μὲν πρῶτον ἀπολαύει τῆς θερμασίας, ἔπειτα δὲ καὶ τῷ πλησιάζοντι μεταδίδωσι, κᾀκεῖνο αὖθις τῷ μεθ’ ἑαυτὸ, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας ἀφικομένης τῆς δυσκρασίας ὅλον ἐν τάχει τὸ σῶμα μεταλαμβάνει τοῦ τῆς ἀρχῆς παθήματος. αἱ δ’ ἐν τοῖς ἡλιουμένοις χωρίοις διατριβαὶ πολυχρόνιοι τῶν μὲν γυμνῶν ὅλον ἐκθερμαίνουσιν ἀμέτρως ἐνίοτε τὸ δέρμα, τῶν δ’ ἠμφιεσμένων μόνην τὴν κεφαλήν. καὶ τοῦτ’ ἔστιν ἡ ἔγκαυσις. εἰ δ’ ἅπαν ἐπινεμηθείη τὸ σῶμα, πυρετὸς ἂν οὕτω γένοιτο. τὸ δὲ τέταρτον γίνος τῆς αἰτίας τῆς ἀναπτούσης ἀμέτρως τὴν ἔμφυτον θερμασίαν ἐπί τε ταῖς ψύξεσι καὶ στύψεσιν 

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download