Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

τοῦ κατὰ φύσιν. ὡς οὖν οὐκ ἀπορεῖς δια τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ μὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ μυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ μὴ μέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶμα συγκακῶσαι δυνήσεται. ἢ κίνησις μὲν ὀλίγη· κόπον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, μικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν; ἢ κίνησις μὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει, κόπος δ’ οὐχ ἕξει; καὶ μὲν ὅτι γε τὰ μὲν τῶν ἀθλητῶν σώματα πολυχρονίων τε ἅμα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡμῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιμεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν. οὔκουν θαυμαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν. ἢ γὰρ μικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώματος ἰσχύος ἥττων ἐγένετο, ἢ τὸ μὲν γυμνάσιον, εἰ βραχυχρόνιον

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download