De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ἄλλο γένος ἐστὶ περιττώματος, οἷόν περ ἐν γαστρὶ τὸ ἡμίπεπτον
σιτίον. ἐκκρίνεται δὲ τοῦτο κατὰ τὰς ἡπατικὰς μάλιστα
διαθέσεις. ὀνομάζουσι δὲ οὕτως ἐφ’ ὧν ἀτονία τοῦ
ἥπατος ἡ νόσος ὑπάρχει, κᾂν μηδεμία συνῇ φλεγμονή. τηνικαῦτα
γὰρ ὅμοιόν τι τὸ πάθημα συμβαίνει τῷ σπλάγχνῳ
τοῖς κατὰ τὴν ἄτονον γαστέρα συμπίπτουσιν, ἐπειδὰν ὀρέγηται
μὲν ἡ γαστὴρ, ἃ δ’ ἂν προσάρηται σιτία μὴ πέψασα,
βαρύνηταί τε καὶ ἡμίπεπτα τοῖς ἐντέροις ἐκπέμπῃ· αὕτη μὲν
γὰρ καὶ εἰς ἔμετον ὁρμᾷ· τὸ δ’ ἧπαρ ἀνάλογόν τι τῷ ἐμέτῳ
πάσχον, ἣν ἐπεσπάσατο τροφὴν, ὡς διὰ στομάχων τῶν κατὰ
τὸ μεσάραιον ἀγγείων, αὖθις ἀποπέμπει δι’ αὐτῶν ἡμίπεπτον.
ἔστι δὲ τῆς τοιαύτης ἐκκρίσεως ἡ ἰδέα, καθάπερ οὖν καὶ εἰκάζουσιν
αὐτὴν οἱ πρὸ ἡμῶν, ἐοικυῖα μάλιστα πλύματι κρεῶν·
ἄμεινον δ’ ἴσως οὐχ ἁπλῶς οὕτω λέγειν, ἀλλ’ εἰς ἀκρίβειαν
τῆς εἰκόνος, ἐναίμων τε καὶ νεοσφαγῶν τῷ λόγῳ προστιθέναι.
καὶ μὲν δὴ καὶ εἴ τις ὑδατῶδες αἷμα τὸ οὕτως ἐκκρινόμενον
εἴποι, καὶ οὗτος ἐμοὶ δοκεῖ σαφῶς ἑρμηνεύειν αὐτό.
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]