Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

μὲν δὴ σήπεται, τὸν πυρετὸν ἐξάπτει, τὸ δ’ ἄλλο τὸ μηδέπω σηπόμενον, ἐφ’ οὗ ῥιγοῦσιν, οὐκ αὐτῆς ἐστι τῷ σηπομένῳ ποιότητος. εἴπερ οὖν ὑπὸ τούτου μὲν τὸ ῥῖγος, ὑπὸ δὲ τοῦ διασαπέντος ὁ πυρετὸς γίγνεται, διττὸν ἀεὶ ἔσται τὸ αἴτιον. ἐγχωρεῖ μὴν κᾀνταῦθα τὸν μὲν πυρετὸν ὑφ’ ἑτέρου γένους αἰτίας γίγνεσθαι φάναι, τὸ ῥῖγος δ’ ὑπ’ ἄλλου, μὴ ὂν ὅπερ ὁ πυρετός· ἔν γε μὴν τοῖς τριταίοις πυρετοῖς ἡ ξανθὴ χολὴ καὶ τὸ ῥῖγος ἐργάζεται καὶ τὸν πυρετόν. ἀλλὰ τὰ μὲν τοιαῦτα λογικωτέραν ἔχει τὴν ἀμφισβήτησιν, ἐπὶ δὲ τὰ νῦν ἡμῖν προκείμενα μετιέναι καιρός.

Μιχθέντος τοῦ σηπομένου φλέγματος, ἐφ’ ᾧ τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον ἐλέγομεν συνίστασθαι πυρετὸν, τῷ πικροχόλῳ χυμῷ τῷ τὸν διὰ τρίτης ἐργαζομένῳ, σύνθετός τε καὶ διπλῆ γίγνοιτ’ ἂν ἥ τε αἰτία καὶ ἡ διάθεσις· ὁ μὲν γὰρ ἕτερος τῶν χυμῶν καθ’ ἑκάστην ἡμέραν ἐπιφέρει τὸν παροξυσμὸν, ὁ δ’ ἕτερος διὰ τρίτης· ὥστε τὴν μὲν ἑτέραν τῶν ἡμερῶν δύο ἔχειν παροξυσμοὺς, ἕνα δὲ τὴν ἑτέραν, ὅταν γε μὴ συμπίπτωσιν ἐγγὺς ταῖς ὥραις οἱ παροξυντικοὶ καιροί· συμπιπτόντων γὰρ, εἷς ἔσται συγκεχυμένος, οὔτε τὴν τοῦ διὰ τρίτης οὔτε τὴν τοῦ καθ’ ἑκάστην

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]