Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

κυνὸς ἐπιτολὴν καύματα, καὶ ἄλλα τινὰ τοιαῦτα, γινώσκεται μὲν ἅπασιν ἀνθρώποις, ὡς ἔπος εἰπεῖν· ἥτις δὲ ἀπ’ αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται διάθεσις, ἀφ’ ἧς πυρέττομεν, οὐκ ἔτι γε τοῦτό γε ἴσασιν οὔθ’ οἱ πολλοὶ τῶν ἀνθρώπων οὔτ’ ἔνιοι τῶν ἰατρῶν. διττὸν δὲ τὸ γένος τῶν ἀγνοούντων τὰ τοιαῦτα, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενον, ὡς οὐδενὸς τῶν ὄντων τῆς φύσεως εὑρεθῆναι λόγῳ δυναμένης, τὸ δ’ ἕτερον χορὸς ἀνθρώπων ἐστὶ δοξοσόφων, ἀγνοούντων μὲν ὁμοίως τοῖς προτέροις, οἴησιν δ’ ἐπιστήμης ἐχόντων. ἀγνοῆσαι μὲν αὐτοὺς συνέβη διὰ τὸ μὴ γεγυμνάσθαι πρότερον ἐν ταῖς λογικαῖς μεθόδοις, ἐξ ὧν γνωρίζεταί τε καὶ διακρίνεται τῶν ἀποδεικτικῶν λημμάτων τὰ πιθανὰ μὲν, οὐδὲν δὲ ἀληθὲς οὔθ’ εὑρεῖν οὔτ’ ἀποδεῖξαι δυνάμενα. τῇ δὲ ἀγνοίᾳ ταύτῃ προσγενομένης ἀλαζονείας, ἔνιοί τέ τινες ἐξ αὐτῶν εἰς τοσοῦτον ἀναισθησίας ἢ τόλμης ἧκον, ὡς μηδὲ ἃ πάντες ἄνθρωποι γινώσκουσι τῇ πεῖρᾳ δεδιδαγμένοι, μηδὲ ταῦθ’ ὁμολογεῖν αἴτια πυρετῶν· ὑπὲρ ὧν

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]