Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐν τῷ σώματι πάθος, εἴτε τὸ ἤδη γεγενημένον. ἔστι μὲν δήπου καὶ αὐτὸ τοῦτο παρὰ φύσιν θερμότης, οὐ μὴν ἤδη γέ πω πυρετὸς, εἰ μὴ συνεκθερμαίνῃ τὴν καρδίαν. ἅπαν γέ τοι τοῦτο τὸ γένος τῆς αἰτίας ἐξ ὁμιλίας γίνεται τοῦ θερμαίνοντος, εἴτε ἥλιος, εἴτε φάρμακον εἴη τὸ θερμαῖνον, ἔξωθεν ἁπτόμενον, ἢ πλησιάζον, ἢ ὁμιλοῦν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. ὁ δέ γε θυμὸς οἷον ζέσις τις καὶ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως ἐν τῷ σώματι τῆς καρδίας αὐτῷ καθιδρυμένης. συνεκθερμαίνεται δὲ αὐτῇ ποτὲ μὲν ἡ τοῦ πνεύματος, ἔστιν ὅτε δὲ ἡ τοῦ αἵματος οὐσία, καὶ ἢν ἐπιτηδείως ἔχοντα τύχῃ πρὸς τὸ τὰ δεξάμενα κατασχεῖν ἐπὶ πολὺ τὴν θερμότητα, κᾂν τῆς καρδίας ἡ κίνησις καταστῇ, διαμένει ταῦτα παρὰ φύσιν θερμὰ, κᾀν τῷδε πυρέττειν ἀνάγκη τὸν ἄνθρωπον. ὁ μὲν οὖν τοιοῦτος πυρετὸς ἀρχὴν ἔχει τὴν κίνησίν τε καὶ ζέσιν τῆς ἐμφύτου θερμασίας· ὁ δὲ ἐπὶ λύπαις οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν μόνον· ὁ δ’ ἐπὶ κόποις, ἀρχὴν μὲν καὶ αὐτὸς ἔχει κίνησιν πλείονα μυῶν

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]