Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

καὶ νεύρων καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ πρῶτα θερμαίνεται, διαδίδοται δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν εἰς τὴν καρδίαν ἡ θερμασία, κᾀν τούτῳ πυρέττουσιν. ὁ δ’ ἐπὶ πυκνώσει τοῦ δέρματος ἀναπτόμενος πυρετὸς, ὁποῖος μάλιστα τοῖς γε στυφθεῖσι καὶ ψυχθεῖσιν εἴωθε συμπίπτειν, ἀθροιζομένης ἐν τῷ σώματι τῆς δακνώδους ἀποῤῥοῆς γίνεται. διαπνεῖται μὲν γὰρ ἀεὶ τὰ τῶν ζώων σώματα κατὰ διττὸν τρόπον, ἀπερχομένων μὲν εἰς τοὐκτὸς ὁσημέραι τῶν ἀτμωδῶν καὶ λιγνυωδῶν περιττωμάτων, ἑλκομένης δὲ εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας. ἐπειδὰν οὖν αἰτία τις ἰσχυρὰ πυκνώσασα τὸ δέρμα τὰς εἰρημένας διόδους στεγνώσῃ, πολλάκις μὲν εἰς πληθωρικὴν ἐνέβαλε διάθεσιν, ὅταν ἀτμῶδές τε καὶ χρηστὸν ᾖ τὸ ἀποῤῥέον· ἔστι δ’ ὅτε εἰς πυρετὸν, ὅταν δριμὺ καὶ δακνῶδες εἴη, ἡνίκα μάλιστα κᾀκ τοῦ μηδὲν εἴσω τοῦ σώματος ἕλκεσθαι τὸ ἀναψύχον ἡ θερμασία συνεπαύξεται. δριμὺ δ’ ἀποῤῥεῖ καὶ δακνῶδες περίττωμα τοῖς ἤτοι κακοχυμοτέροις, ἢ ἐδέσματα μοχθηρὰ προσφερομένοις, ἢ πολλάκις ἀπεπτοῦσι, καὶ μάλιστα εἰ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασιν ἢ ἰλυῶδες καὶ πηλῶδες καὶ βορβορῶδες

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]