Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἓν εἶδος τοῖς τρέμουσιν, ὥσπερ γε τοῖς παλλομένοις, ἀλλ’ εἰ μὲν ὑπὸ καταψύξεως τρέμοιεν, τὸ θερμὸν ἴαμα αὐτοῖς ἐστιν. ὡς ὅσοι γε χειμῶνος ὁδοιποροῦντες, εἶτα ἐν κρύει καρτερῷ καταληφθέντες ἡμιθνῆτές τε καὶ τρομώδεις οἴκαδε παρεγένοντο, ῥᾷστα τοῦ πάθους ἀπηλλάγησαν ἐκθερμανθέντες. ὁμοίως τούτοις ἰώμεθα καὶ τοὺς ἐπὶ πυρετῶν καταβολαῖς ψυχούσαις ῥιγοῦντάς τε καὶ τρέμοντας. εἰ δὲ διαφορούμενοι γίνοιντο τρομώδεις, ὡς ἐν ἐκλύσεσι καρδιακαῖς τε καὶ στομαχικαῖς, τὸ θερμαίνειν τούτους κακῶν ἔσχατον, αὐτὸ γὰρ τοὐναντίον ἐν τοῖσδε πυκνῶσαι χρὴ τὴν ἐπιφάνειαν, ὅσα ψύχει καὶ στύφει καὶ συνάγει τοὺς πόρους προσφέροντας, οὐχ ὅσα θερμαίνει καὶ χαλᾷ καὶ ἀναπεπταμένους ἐργάζεται. εἰ δ’ ἀπορίᾳ τροφῆς ὡς ἐν τοῖς ἀποκαρτεροῦσιν ἢ ὑπερκενωθεῖσιν οἱ τρόμοι γίνοιντο, τούτῳ μὲν οὐδὲ λόγου δεῖ, παντὶ γὰρ δῆλον τοῦτο, ὡς τροφῆς οὗτοί γε χρῄζουσιν. ὅσοι δὲ διὰ πλῆθος ὑγρῶν βεβαρημένης τῆς δυνάμεως τρέμουσιν, αἱ κενώσεις ἰάματα τούτοις. καθάπερ που καὶ Ἱπποκράτης διδάσκει λέγων· Ἐστυμάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα,

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]