Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

τοῦ τρόμου τὴν μὲν πρόφασιν αἵματος πλῆθος, ἀφορμὴν δὲ τῆς προφάσεως τῆς μήτρας τὸ πάθος, εἶτα τοῦ μὲν πλήθους ἐνδειξαμένου τὴν κένωσιν, τοῦ πεπονθότος δὲ μέρους τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, συνθεὶς ἄμφω ταῦτα, τὴν ἀπὸ τοῦ σφυροῦ φλεβοτομίαν μὲν ἐποιήσατο, φλεβοτομίαν μὲν ὅτι κενοῦν αἷμα ἐβούλετο, ἀπὸ σφυροῦ δὲ, μήτρα γὰρ ἐπεπόνθει. ὅτι μὲν οὖν αἵματος πλεονάζοντος φλεβοτομεῖν χρὴ, δῆλον οἶμαι παντὶ, τὸ γὰρ αἷμα ἐν φλεψὶ περιέχεται· ὅτι δὲ μήτρας πασχούσης περὶ σφυρὸν ἢ κατ’ ἰγνύην χρὴ τέμνειν, εἰ μὴ πρότερον ἐξ ἀνατομῆς διδάξαιμι τὰς κοινωνίας τῶν φλεβῶν, οὐκ ἂν ἕπεσθαι δύναιο τῷ λόγῳ. ἄλλη γὰρ ἄλλῳ μέρει τοῦ σώματος κοινωνεῖ φλὲψ, καὶ χρὴ διὰ τῶν κοινῶν ἀεὶ τὰς κενώσεις ποιεῖσθαι, ὡς εἴ γε τὰς μηδὲν κοινωνούσας τῷ πεπονθότι μέρει φλέβας ἐντέμοις, οὔτε τὸ πεπονθὸς ἰάσῃ, καὶ βλάψεις ἀεὶ τὸ ὑγιές. ἀναγκαῖον οὖν ἀεὶ φαίνεται τῷ μέλλοντι καλῶς ἰᾶσθαι τὴν αἰτίαν ἐπίστασθαι, δι’ ἣν γίνεται τὸ πάθος. ἀλλὰ περὶ μὲν αἰτίας τρόμου ἱκανὰ ταῦτα.

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]