Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

πεπονθὼς δὲ τόπος εἷς οὐδείς ἐστιν ἐξ ἀνάγκης ἐν τρόμοις, καὶ μέμφομαί γε ἐνταῦθα Πραξαγόρᾳ καὶ Ἡροφίλῳ, τῷ μὲν ἀρτηριῶν πάθος εἰπόντι τὸν τρόμον, Ἡροφίλῳ δὲ φιλοτιμουμένῳ δεῖξαι περὶ τὸ νευρῶδες αὐτὸ γένος ἀεὶ συνιστάμενον. ὁ μὲν οὖν Πραξαγόρας πόῤῥω τοῦ ἀληθοῦς ἥκει· ὁ δὲ Ἡρόφιλος ἠπατήθη τὸ τῆς δυνάμεως πάθος ἀναφέρων τοῖς ὀργάνοις. ὅτι μὲν γὰρ τὸ νευρῶδες γένος, οὐ τὸ ἀρτηριῶδες, ὑπηρετεῖ ταῖς κατὰ προαίρεσιν κινήσεσιν, ὀρθῶς ἐγίνωσκεν· ὅτι δὲ οὐκ αὐτὸ τὸ σῶμα τῶν νεύρων αἴτιον κινήσεως, ἀλλὰ τοῦτο μὲν ὄργανον, ἡ κινοῦσα δ’ αἰτία ἡ διήκουσα δύναμις διὰ τῶν νεύρων ἐστὶν, ἐνταῦθα μέμφομαι αὐτῷ μὴ διορίσαντι δύναμίν τε καὶ ὄργανον. εἰ γὰρ διώρισεν, εὐθὺς ἂν ἔγνω διότι βλαβήσεται τοὖργον οὐκ ὀργάνων μόνων, ἀλλὰ καὶ δυνάμεων πάθει. ἐπὶ μὲν οὖν τῶν τεθνεώτων οὐδὲν οὔτε τὰ νεῦρα πέπονθεν οὔθ’ οἱ μύες, ὅσα πάθη πάσχειν αὐτὰ νομίζουσιν Ἡρόφιλός τε καὶ Πραξαγόρας· ἀπολέλοιπε δ’ αὐτῶν πᾶσα κίνησις εὐθὺς ἅμα τῇ ψυχῇ, μύες δὲ καὶ νεῦρα

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]