De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)
Kühn 1824
ταύτης ὄργανα. οὔκουν μυὸς οὐδὲ νεύρου τὸ κινεῖν, ἀλλὰ ψυχῆς. οὐδὲ γὰρ αὐλῶν ἔργον ἡ αὔλησις, οὐδὲ κιθάρας ἡ κιθάρισις· ἀλλ’ αὔλησις μὲν ἔργον αὐλητοῦ δι’ ὀργάνων αὐλῶν, κιθάρισις δὲ τοῦ μουσικοῦ, τὸ δ’ ὄργανον ἡ κιθάρα. διαφθαρήσεται δὲ καὶ αὔλημα καὶ κιθάρισις πολλάκις μὲν διὰ τοὺς τῶν ἔργων δημιουργοὺς, ἔσθ’ ὅτε δὲ διὰ τὴν τῶν ὀργάνων οἷς χρῶνται βλάβην. οὕτω δὲ καὶ κινήσεως ἐν τῷ ζώῳ τῆς κατὰ προαίρεσιν ὁ μὲν οὖν δημιουργὸς καὶ τεχνίτης ἡ διοικοῦσα τὸ ζῶόν ἐστι δύναμις, τὰ δὲ ὄργανα νεῦρα καὶ μύες. καὶ τὸ μὴ κινεῖσθαι τοιγαροῦν καὶ τὸ κακῶς κινεῖσθαι γένοιτ’ ἂν ἢ διὰ τῶν ὀργάνων τὸ πάθος, ἢ διὰ τὴν χρωμένην τοῖς ὀργάνοις δύναμιν. παλμοὶ μὲν οὖν καὶ σπασμοὶ καὶ παραλύσεις ὀργάνων βλάβαι, τρόμοι δὲ δυνάμεως ἀῤῥωστούσης πάθη.
Τρόμος μὲν δὴ σαφῶς διώρισται παλμοῦ· ῥίγους δὲ τρόμον διορίσαις ἂν ὧδε. χρὴ δὲ πρότερον, οἷόν τι τὸ ῥιγοῦν ἐστιν ἐπισκέπτεσθαι. καὶ γὰρ οὖν καὶ τοῦτο δοκεῖ μὲν εἶναι τῶν πάνυ γνωρίμων, ἔστι δ’ οὐδενὸς ἧττον
Work
Title: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 584-642
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_065.xml [119 Kb]