Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

οὕτω βίαιός τε καὶ μετ’ ἀνάγκης ἐμπίπτει τοῖς σώμασιν, ὥστε ἀμήχανον ἡσυχάζειν, κᾂν πάνυ τις ἀνδρείως ἀντιτάξηται. καὶ τρόμος μὲν ἑνὸς πάθος μέρους, ὅλου δὲ τοῦ σώματος τὸ ῥῖγος. ὅθεν ἔμοιγε καὶ Πλάτωνος ἐπέρχεται θαυμάζειν, εἰ ταὐτὸν ἡγεῖται τρόμον τε καὶ ῥῖγος. εἰ γὰρ οἱ σὺν τρόμῳ κατάψυξιν εἰπόντες τὸ ῥῖγος ἥμαρτον, ποῦ γ’ ἂν αὐτὸς ταὐτὸν εἶναι νομίζων τὸ τρέμειν τῷ ῥιγοῦν ἀληθεύοι; πρὸς μὲν γὰρ οἷς εἴπομεν ἀτόποις, ἔτι καὶ τοῦτο αὐτῷ μάχεται, τὸ τρέμειν μέν τινας, οὐδεμίαν αἴσθησιν ἔχοντας ψύξεως, ἀμήχανον γὰρ εἶναι ῥιγοῦν ἄνευ τοῦ δοκεῖν κατεψύχθαι. διὰ τοῦτ’ οὖν οὐδ’ ἐκεῖνοί μοι δοκοῦσι πόῤῥω τῆς ἐννοίας ἔρχεσθαι τοῦ πάθους, ὅσοι καταψύξεως αἴσθησιν ἔφασαν εἶναι τὸ ῥῖγος. οὐ γὰρ ταὐτὸν δήπου φαίης ἂν ἐψῦχθαί τε καὶ ψύξεως αἰσθάνεσθαι. τὰ μέν τοι παρειμένα τε καὶ τὰ ναρκώδη καὶ δυσαίσθητα καὶ τὰ παντελῶς ἀναίσθητα κατέψυκται πάντα, καὶ τὸ τρομῶδες, καὶ τὸ παράπληκτον, καὶ τὸ ἐπίληπτον, ὡσαύτως δὲ καὶ τὸ φυσῶδες, καὶ τὸ ὑδαρῶδες, καὶ 

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]