Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

τὸ ἐμφυσηματῶδες, καὶ τὸ οἰδηματῶδες ἅπαν ψυχρόν· ἀλλ’ οὐδὲν τούτων αἰσθάνεται τῆς ἐν αὐτῷ ψύξεως, ὅθεν οὐδὲ ῥιγοῖ· εἰ δ’ αἴσθοιτο, πάντως εὐθὺς καὶ ῥιγώσει. διὰ ταῦτα τοίνυν φημὶ μὴ καλῶς ὑπολαμβάνειν τὸν Πλάτωνα, ταὐτὸν εἶναι ῥῖγός τε καὶ τρόμον· οὔτε ἑνός ἐστι μέρους τὸ πάθος τὸ ῥιγοῦν, ὡς τὸ τρέμειν, οὔτ’ αἴσθησις ψύξεως τοῖς τρέμουσιν, ὡς τοῖς ῥιγοῦσιν, ἥ τε κίνησις ἐπὶ μὲν τῶν, ἄνευ τοῦ κινεῖν ἐθέλειν τὰ μέρη, παντάπασιν ἀκούσιος· ἐπὶ δὲ τῶν τρεμόντων, οὐκ ἄνευ τοῦ περὶ τὸ κινεῖν ὁρμῆς. ἀλλὰ. Πλάτωνι μὲν ἴσως καὶ συγχωρήσειεν ἄν τις ἐν οὕτω λεπτοῖς καὶ ἰατρικοῖς πράγμασιν ἁμαρτάνειν, καί τοι τῶν γε ἄλλων παθῶν τῶν κατὰ τὸ σῶμα σχεδὸν ἁπάντων τὴν γένεσιν ἀκριβῶς διεξῆλθεν· Ἀθηναίου δὲ ἄξιον θαυμάζειν τοῦ Ἀτταλέως, πολὺ γὰρ ἔτι καὶ Πλάτωνος ὕστερος γενόμενος οὐκ ἐν τοῖς περὶ τῆς αἰτίας λογισμοῖς μόνον ἕπεται τῷ Πλάτωνι, τοῦτο μὲν γὰρ ἀνεκτὸν, ἀλλὰ καὶ περὶ τὴν ἔννοιαν ὁμοίως ἐκείνῳ φαίνεται συγκεχυμένος. οὔτε γὰρ διωρίσατο ῥίγους καὶ τρόμου τὴν ἔννοιαν, ὑπογράφων τε τὸ ῥῖγος ὧδέ πώς φησι·

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]