Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

αὐτοῦ τῶν παθημάτων ῥῖγος ἐργάζεται, ἢ πάντες ἂν οἱ ἀποθνήσκοντες ἐῤῥίγουν. ὥστε τὸ διαφθείρεσθαι τὸ θερμὸν ἑνί γε τρόπῳ κοινὸν ἅπασι τοῖς ἀποθνήσκουσιν· ἀλλ’ οὐ ῥιγοῦσιν, οὐ γὰρ ἁπλῶς φημι χρῆναι ψύχεσθαι τὸ θερμὸν, ἀλλ’ ἀθρόως τε καὶ βιαίως, τουτέστιν ἐῤῥωμένον αὐτὸ μένον, οὔτε τὴν οὐσίαν οὔτε τὸν τόνον βεβλαμμένον, ὑπό τινος τῶν ἔξω αἰτίων ἀνιᾶσθαι. φλόγα δή μοι νόησον ἐκτὸς ποτὲ μὲν ἀπορίᾳ τῆς ὕλης ὅθεν ἀνήπτετο διαφθειρομένην, ποτὲ δὲ ἐν ἡλίῳ λαμπρῷ μαραινομένην, αὖθις δ’ ὑφ’ ὕδατος πολλοῦ κατασβεννυμένην, ἤ πλήθει ξύλων ἐπ’ αὐτῆς σωρευθέντων καταπνιγομένην. τέτταρες αὗται ἐπ’ αἰτίοις τέτταρσιν οὐ τὸν αὐτὸν ἅπασαι τρόπον ἀδικοῦσαι τὴν φλόγα. τῆς μὲν γὰρ ἐν ἡλίῳ μαραινομένης ὁ τόνος σκίδναται, βίᾳ τοῦ περιέχοντος διαφορούμενος, ἰσχυροτέρα γὰρ ἡ τῶν ἡλιακῶν ἀκτίνων ῥώμη καὶ διαρκεστέρα τοῦ πυρός· ὅταν δὲ ὕλης ἀποροῦσα μηκέτι ἀνάπτηται, τῆς οὐσίας ἀπολλυμένης, διαφθείρεται. τὸ μὲν γὰρ ἀναφθὲν ἀεὶ διαφορεῖται κατὰ τὴν ἔξω κίνησιν· ἔσω δὲ νεύουσα τοῦ τραφῆναι χάριν, εἶτ’ ἀποροῦσα

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]