Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

ἡμέραις ἐνίοτε πλείοσιν ἐφεξῆς· ἡσυχαζόντων δὲ καὶ μηδόλως κινουμένων, ἡσυχάζει καὶ αὐτό· κινηθεῖσι δὲ εὐθέως ἕπεται κατὰ τὰ μέτρα τῆς κινήσεως, ἐπὶ μὲν ταῖς ἰσχυροτέραις καὶ συντόνοις κινήσεσι σφοδρότερον, ἐπὶ δὲ ταῖς ἀσθενέσι βραχύτερον. εἶδον τοῦτο τὸ σύμπτωμα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι γινόμενον, καὶ γυναιξὶ ταῖς ἀργότατα διαιτωμέναις καὶ λουτροῖς ἐπὶ τροφῇ χρωμέναις. εἶδον δὲ καὶ νεανίσκῳ τινὶ τῶν ἡμετέρων συμφοιτητῶν ἐν Ἀλεξανδρείᾳ γινόμενον, ἡνίκα πρῶτον εἰς αὐτὴν κατεπλεύσαμεν ἐν ἀρχῇ φθινοπώρου. προσηνέγκατο δὲ οὗτος ἐφεξῆς ἡμέραις πλείοσι φοινίκων βαλάνους πολλὰς ἁπαλὰς καὶ νέας, ἐπὶ λουτροῖς τε καὶ πρὸ τούτων, ἦσαν δὲ οὐκ ἀκριβῶς αἵ γε πλείους αὐτῶν πέπειροι. συνέβη δὲ αὐτῷ τό γε πρῶτον ἀπὸ σφοδρᾶς ἄρξασθαι φρίκης ἐπὶ γυμνασίῳ τε καὶ λουτρῷ, δι’ ἣν καὶ προσδοκήσας πυρέξειν, κατεκλίθη τε καὶ σκεπάσας ἑαυτὸν ἱματίοις ἔμεινεν ἥσυχος. ὡς δὲ διελθούσης ὅλης τῆς νυκτὸς ἀπύρετος ἦν, ἐξανίστατο μὲν ἕωθεν ἐπὶ τὰ συνήθη, φρικώδης δ’ ἐν τούτῳ γιγνόμενος αὖθις κατακλιθεὶς ἡσύχαζεν

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]