Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

γεγυμνασμένοις, τὸ ἆρά γε ἡμέρα ἐστί; καὶ, ἆρά γε ἐλεύσεται σήμερον; ἀπορητικὸν ἔχει ἐπίῤῥημα. ἂν δὲ λόγῳ ἀποφαίνειν αὐτοῖς βουληθῶ, ἤτοι ἁπλῶς λέγων οὕτω χωρὶς πάσης ἀποδείξεως, ἐλεύσεται σήμερον· ἤτοι μετ’ ἀποδείξεως οὕτως, ἐὰν ἥλιος ὑπὲρ γῆν ἐστιν, ἡμέρα ἐστίν· ἐὰν περιπατεῖ, κινεῖται ἄρα. ὅταν δὲ χωρὶς ἀποδείξεως ἀποφαίνωμέν τι, οὐ δεόμεθα τοῦ ἄρα ἐπιῤῥήματος, περιττὸς γάρ ἐστιν ὁ λόγος, καὶ οὐδεὶς οὕτω φησὶν, ἡμέρα ἐστὶν ἄρα, οὔθ’ οὕτως, ἀρά γε ἡμέρα ἐστὶν, ἐπειδὰν ἐξῇ λέγειν οὕτως ἁπλῶς, ἡμέρα ἐστίν. οὔθ’ οὕτω κατ’ ἀπόδειξιν οἷόν τέ ἐστι χρῆσθαι αὐτὸν τῷ ἆρά γε. πῶς γὰρ ἂν εἴη ἀπόδειξις, πάσης ἀποδείξεως ἐξ ἑτέρων λημμάτων ἕτερον λῆμμα καταλαμβανούσης; ἀλλὰ μηδὲν φαίνεται νῦν λῆμμα συλλογιστικὸν εἰς ἀπόδειξιν λαμβάνων. πῶς οὖν τὸ ἆρά γε ἐπίῤῥημα γενήσεται ἀντ’ ἀπορητικοῦ συλλογιστικὸν καὶ συμπεραντικόν; μετὰ γάρ τινων οὔτε τὸν αὐτὸν τόπον κατέχουσι τὸ ἀπορητικὸν ἐπίῤῥημα καὶ τὸ συλλογιστικόν τε καὶ συμπεραντικὸν καλούμενον, ἀλλὰ τὸ μὲν ἀπορητικὸν πρόκειται ἀεὶ, τὸ δὲ συλλογιστικὸν

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download