Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

καὶ συμπεραντικὸν μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ κατηγορουμένου καθίσταται. ἀποροῦντες γὰρ λέγομεν, ἆρά γε ἡμέρα ἐστί; συλλογιζόμενοι δὲ οὕτως, ἡμέρα ἄρα ἐστί. πῶς οὖν νῦν προετέθη; ὡς οὐ συλλογιστικὸν ὑπάρχον, προετέθη. οὐ γὰρ εἴρηται οὕτω, φρενιτικοὶ ἄρα εἰσὶν, ἀλλ’ ἁπλῶς, ἆρά γε φρενιτικοί εἰσιν; ἀποροῦντος φανερῶς τοῦ Ἱπποκράτους, καὶ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ὑπὲρ αὐτῶν, ὥσπερ ἀμέλει πολλάκις φαίνεται ποιῶν. ἀρκέσει δ’ ἓν ἢ δεύτερον παράδειγμα, χάριν τοῦ μὴ διατρίβειν ἐπὶ πλέον ἐν οὕτω σαφεῖ πράγματι. ἐν μὲν οὖν τῷ πρώτῳ τῶν ἐπιδημιῶν φησι, μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. ἆρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. ἐνταῦθα τὸ σκεπτέον προσκείμενον, οὐδὲ τὸν ἀναιδέστατον ἄλλως ἀκούειν ἐάσει τοῦ ἄρα συνδέσμου, πλὴν ὡς ἀπορητικοῦ. ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν τὸ μετ’ οὔρησιν σύναγμά, φησι, παιδίοισι μᾶλλον, ἆρά γε ὅτι θερμότερα; ἐν αὐτῷ δὲ τῷ προῤῥητικῷ, ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακὸν, ὡς καὶ Ἀρχεκράτει. ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; καὶ πάλιν, ἐν 

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download