De Marcore (On Marasmus)
Kühn 1824
ξηρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης. οὐδὲ γὰρ ἐν τῷ μᾶλλόν τε
καὶ ἧττον ἕτερον ἑτέρου τῶν παρακμαζόντων εἶναι ξηρὸν καὶ
ψυχρὸν ἀρχὴν τοῦ γήρως ὑποθέσθαι δυνατόν ἐστιν, ὅταν
ἐπὶ πλεῖστον ἥκῃ τὸ σῶμα ξηρότητος· τουτὶ γὰρ τὸ ἐπὶ πλεῖστον
εἰς σωρητικὴν ἀπορίαν ἐμπίπτει, καὶ δύναται μέν τις
καὶ καταφρονῆσαι τῆς τοιαύτης ἀπορίας, καὶ πολλαχόθι γε
ἀναγκαῖον οὕτω ποιεῖν, οὐ μὴν ἄμεινόν γε σαφέσιν ὅροις
ἀφορίσασθαι δυνάμενον ὑποβάλλειν ἑαυτὸν οὐκ ἀναγκαίαις
ἀπορίαις. ὅροι δὲ σαφεῖς ἐπὶ ταῖς τοῦ παρακμάζοντος ἡλικίαις
καὶ ταῖς τοῦ γέροντος ἡ τῶν ὑγρῶν ἐπικράτησις περιττωμάτων,
ὑφ’ ὧν ἐξαπατωμένους ἐλέγομεν ἀποφήνασθαί τινας
ὑγρὸν εἷναι τὸ γῆρας. εὐθέως δὲ καὶ τὰς ἐνεργείας ἐν τῷδε
σαφῶς ἔστιν ἰδεῖν ἀῤῥωστούσας ἁπάσας, καὶ ἡ τέως λανθάνουσα
τῶν παρακμαζόντων ἐπὶ θάνατον ὁδὸς ἐναργῶς καταφαίνεται
τηνικαῦτα. καὶ προβλήματα ὑποθέσεως γίνεται
τοῖς σοφισταῖς, τοῖς μὲν ὡς νόσος ἐστὶ τὸ γῆρας, τοῖς δὲ ὡς
ἡ κατὰ σχέσιν ὑγεία, τοῖς δὲ ὡς οὐδέτερόν τι· καὶ τοῖς μὲν
ὡς κατὰ φύσιν ἐστὶ, τοῖς δὲ ὡς παρὰ φύσιν· ἐνίοις δὲ κᾀνταῦθα
Work
Title: De Marcore
English: On Marasmus
Original: Περὶ μαρασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 666-704
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_067.xml [77 Kb]