Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tumoribus Praeter Naturam (On Abnormal Swellings)

Kühn 1824

αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν. ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν. εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ, πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα. ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον, ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες. ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα. θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον. πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια. πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν

Work

Title: Galen: De Tumoribus Praeter Naturam
English: On Abnormal Swellings
Original: Περὶ τῶν παρὰ φύσιν ὄγκων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 705-732

Publisher: Cnobloch, Leipzig

Download