
De Locis Affectis (On Affected Parts)
Kühn 1824
τροφή τισιν ἐπανέλθοι, τὴν γαστέρα τετρῶσθαι δηλώσει.
καὶ μὴν καὶ φύματός τινι γεννηθέντος ὑπεράνω τοῦ βουβῶνος,
ὡς ἐκπυῆσαι, τεμόντος τοῦ ἰατροῦ, κόπρος ἐπηκολούθησεν,
ἐφάνη τε σαφῶς ἀπόστημα γεγονὸς ἐν κώλῳ. τοῦ
δὲ αὐτοῦ γένους τούτοις ἐστὶν καὶ τὸ τοῦ θώρακος τρωθέντος
ἐκφυσώμενον πνεῦμα καὶ τὸ τῆς ἀρτηρίας ἐκχεόμενον
αἷμα. πολλάκις γοῦν ἀδήλου πρὸς τὴν αἴσθησιν ὄντος τοῦ
τετρωμένου σώματος, ἀκριβὴς διάγνωσις ἐκ τούτων γίνεται.
τὸ μὲν γὰρ ἐν ταῖς ἀναπνοαῖς τοῦ θώρακος ἐκφυσώμενον
πνεῦμα τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα τετρῶσθαι σημαίνει·
τὸ δ’ ἐξακοντιζόμενον αἷμα σφυγμωδῶς ἀρτηρίαν·
εὐθὺς δὲ τοῦτο καὶ θερμότερόν ἐστι καὶ λεπτομερέστερον καὶ
ξανθότερον τοῦ κατὰ τὰς φλέβας. ὥσπερ δὲ ταῦτα σαφῆ
τὴν διάγνωσιν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν ἐπίπλους
ποτὲ ὀφθῇ προπεσὼν διὰ τραύματος, ἤ τι τῶν ἐντέρων,
ἀναγκαῖόν ἐστι διῃρῆσθαι τὸ περιτόναιον· εἰ δὲ πνεύμονος
ὀφθείη τι πέρας λοβοῦ προπεσὸν ἔξω τοῦ τραύματος,
ἐνδείκνυται συντετρῶσθαι τὸν θώρακα· διαφέρει δ’ οὐδὲν
Work
Title: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 1-452
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_071.xml [0.9 Mb]