Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

στόμασιν εὐρυνομένοις ἕπεσθαι· ῥᾷον γὰρ εὐρυνθῆναι ταῦτα τοῦ πνεῦμα φυσῶδες ἐν τῷ συριγγώδει νεύρῳ γεννηθῆναι· καί μοι δοκῶ τὴν μὲν κατὰ τὸ νεῦρον διάθεσιν ἅπαξ ἑωρακέναι, τὴν δὲ τῶν ἀρτηριῶν πολλάκις· ἐτεκμηράμην δὲ τοῦτο τοῖς τε προηγησαμένοις συμπτώμασι καὶ τῷ τρόπῳ τῆς θεραπείας. ᾧ μὲν γὰρ οἱ παλμοὶ τοῦ αἰδοίου συνεχεῖς προηγοῦντο, πνεῦμα φυσῶδες ἦν αἴτιον, καὶ πρὸς τοῦτο τὴν θεραπείαν ἅπασαν ἁρμοσάμενος ἰασάμην τὸν ἄνθρωπον· οἷς δὲ τὰ στόματα τῶν ἀρτηριῶν ηὐρύνθη, τοιοῦτον μὲν οὐδὲν προηγεῖτο σύμπτωμα, συμβεβήκει δὲ τῷ μέν τινι πολλῷ χρόνῳ παρὰ τὸ ἔθος ἀφροδισίων ἀπέχεσθαι, τῷ δὲ κακοχύμων ἐδεσμάτων καὶ δριμέων ἐδωδῇ κεχρῆσθαι, τῷ δέ τινι ζώνῃ καθ’ ὁδοιπορίαν δυοῖν μηνῶν, ἀήθει ζώνης ὄντι. τὴν οὖν ἀναστόμωσιν τῶν ἀρτηριῶν ἐτεκμηράμεθα τοῖς μὲν διὰ τὴν ἐκ τῆς κακοχυμίας δριμύτητα γεγονέναι, τοῖς δὲ διὰ πνεύματος φυσώδους γένεσιν ἀτάκτως τε καὶ βιαίως κινουμένου. καὶ γάρ τοι καὶ τὰ φάρμακα τὰ τῶν αἰδοίων ἐντατικὰ, τά τε πινόμενα καὶ τὰ κατὰ τοῦ περιναίου καὶ τῆς ὀσφύος ἐπιβαλλόμενα

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]