Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

ἐλάττους δὲ περὶ τὰ ὕστατα. ὥστε ὁ μὲν κατὰ τὸ πρῶτον παυσάμενον μόριον χρόνος τῆς κινήσεως ἐλάχιστος ὢν μεγίστῳ παραβάλλεται χρόνῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας, ὁ δὲ κατὰ τὸ ὕστατον μέγιστος ὢν ἁπάντων τῶν τῆς κινήσεως χρόνων ἐλαχίστῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας παραβάλλεται, καὶ οὕτως ὁ ῥυθμὸς ὑπαλλάττεται καθ’ ἑκάστην, εἰς ὅσον ὁ λόγος τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας οὐχ ὁ αὐτὸς ἐν ἅπασι μένει. ἂν μέντοι τῆς προτέρας διαστολῆς, ἅμα μὲν ἁπάντων τῶν μορίων τὴν ἀρχὴν τῆς κινήσεως ποιησαμένης, οὐκ ἰσόχρονον δὲ πᾶσιν ἡ δευτέρα διαστολὴ μὴ ἅμα πάντων ποιήσηται τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλὰ προτέρου μὲν τοῦ προτέρου παυσαμένου, καὶ τοσούτῳ γε προτέρου, ὅσῳ πρότερον ἐπαύσατο, δευτέρου δὲ τοῦ δευτέρου, καὶ οὕτως ἑξῆς ἡ μὲν κατὰ τὸν ῥυθμὸν ἀνωμαλία γένοιτ’ ἂν οὕτως, ἡ δὲ κατὰ πυκνότητα καὶ ἀραιότητα οὐκ ἔτι. τὸ μὲν γὰρ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γενόμενον οὐδεμίαν ἐργάσεται κατὰ πυκνότητα καὶ ἀραιότητα διαφοράν· οὐ μὴν γε λόγος ὁ αὐτὸς ἔσται τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας, εἴ γε ὁ μὲν τῆς κινήσεως οὐκ ἴσος ἦν ἅπασιν, ὁ δὲ τῆς

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]