Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

οὐ γάρ ἐστιν ἐν ταὐτῷ γένει κίνησίς τε καὶ σύστασις ἀρτηρίας σώματος. ἀλλὰ περὶ μὲν τούτων τάχ’ ἂν ἐν τοῖς ἑξῆς πλέον ῥηθείη. περὶ δὲ τοῦ κατὰ τὸ ποσὸν γένους τῶν σφυγμῶν ἤδη δῆλον ὅπως χρὴ σκοπεῖσθαι, πότερα τῶν πρώτων ἐστὶ γενῶν, ἢ τῶν δευτέρων. τοῦ μὲν γὰρ κατά τε τὴν κίνησιν καὶ τὸ σῶμα τῆς ἀρτηρίας φανερῶς ἕτερον ὑπάρχει, εἴ γε καὶ τὸ ποσὸν ἕτερον τοῦ ποιοῦ· διὰ ταῦτά γε καὶ τοῦ κατὰ τὸν τόνον, ἐν ᾧ σφοδροί τέ τινες καὶ ἀμυδροὶ γίνονται σφυγμοί. καὶ γὰρ οὗτοι κατὰ τὸ ποιὸν ἤτοι τῆς πληγῆς, ἢ τοῦ ζωτικοῦ τόνου συνίστανται. καὶ μὴν καὶ ῥυθμοῦ καὶ τοῦ κατὰ τάξιν τε καὶ ἀταξίαν, ὁμαλότητά τε καὶ ἀνωμαλίαν. ὑπὸ γὰρ τὴν τοῦ πρὸς τὶ κατηγορίαν ἔρχεται ταῦτα σύμπαντα. λοιπὸν δ’ ἂν εἴη παραβάλλειν αὐτὸ τῷ κατὰ τὴν πυκνότητα καὶ ἀραιότηται γένει. φαίνεται γὰρ τοῦτο κατὰ τὸ ποσὸν τοῦ χρόνου τῆς ἡσυχίας συνιστάμενον. ἀλλὰ κᾀνταῦθα πάλιν ὑπὸ μὲν τὴν αὐτὴν κατηγορίαν ἀναχθήσεται, γένος δ’ οὐ ταὐτὸν ἀμφοῖν γενήσεται. γένει γὰρ ὅλῳ διαφέρει

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]