De Dignoscendis Pulsibus (Diagnosis by Pulses)
Kühn 1824
ἔξωθεν τροπὴν δυναστευόμενον, τὸ προσαγόμενον δ’ αὐτῷ
γυμνάσιον σύμμετρον τῇ ποσότητι φυλάττοντας, ἐν δὲ τῇ
τροπῇ σκοπουμένους, μή τι κατὰ συμβεβηκὸς ἀπήντησεν, καὶ
οὐ κατὰ ταύτην τοῦ γυμνασίου τὴν φύσιν. ἂν γὰρ εἰς ταῦτα
τὰ τρία βλέπῃς, ῥᾳδίως ἐξευρήσεις, πῶς καὶ μέχρι πόσου τρέπει
τὸ προσιὸν αἴτιον. καὶ οὕτως ἐξέσται σοι καθ’ ἕκαστον
εἶδος αἰτίου τῇ πείρᾳ τὴν τροπὴν ἐκμαθόντι χρῆσθαι πρὸς
τὰς ἐν ταῖς νόσοις διαγνώσεις, ῥᾳδίως εὑρίσκοντι, πόσον μὲν
ἀπὸ τῶν ἔξωθεν αἰτίων ἐτράπησαν οἱ σφυγμοὶ, πόσον δ’
ἀπὸ τοῦ νοσήματος. ὥστ’ οὐκέτι σοι δεήσει προγιγνώσκειν
ποῖος ὁ φύσει σύμμετρος, ἀλλὰ τὸν ἑκάστῳ τῶν ὑποκειμένων
οἰκεῖον ἐπιστάμενος, εἰς ὅσον οὕτως ὑπό τε τῶν ἄλλων αἰτίων
καὶ αὐτοῦ τοῦ νοσήματος ἐτράπη, γνωρίζειν δυνήσῃ.
καὶ μὴν εἰ μὴ πρὸς ταῦτα δεοίμεθα τῆς τοῦ συμμέτρου γνώσεως,
ἐκ περιττοῦ ζητήσομεν αὐτόν. πῶς οὖν ἐροῦμέν τινα
μέγαν, ἢ ταχὺν, πρὶν τὸν σύμμετρον ἐξευρεῖν; ἔτι γὰρ ἔοικε
τὸ ἐξ ἀρχῆς φυλάττεσθαι ζήτημα. τί δὲ καὶ δεόμεθα τοῦ μέγαν,
ἢ ταχὺν λέγειν; ἀποχρήσει γὰρ ἡμῖν τῶν τρόπων μόνων
Work
Title: De Dignoscendis Pulsibus
English: Diagnosis by Pulses
Original: Περὶ διαγνώσεως σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 8
Pages: 766-961
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_073.xml [407 Kb]