De Praesagitione ex Pulsibus (Prognosis by Pulses)
Kühn 1825
ἡ γάρτοι θερμότης ἡ ἐν τῇ καρδίᾳ τρέπει μὲν, ὡς εἴρηται,
τοὺς σφυγμούς. ἀλλ’ ἐπεὶ διττὴ κατ’ εἶδός ἐστιν, ἡ μὲν ἑτέρα
καὶ σηπεδόνος χυμῶν ἔγγονος, ἧς ἡ ποιότης δριμεῖά τέ ἐστι
καὶ καπνώδης, ἡ δὲ ἑτέρα μεθ’ ὑγρότητος ἡδείας, αὐτῷ μόνῳ
τῷ ποσῷ τοῦ κατὰ φύσιν ἀποκεχωρισμένη, μόνιμος μέν ἐστι
καὶ δύσλυτος ἡ πρότερον ῥηθεῖσα, ὀλιγοχρόνιος δὲ ἡ ἑτέρα,
λουτροῖς καὶ γυμνασίοις καὶ τροφῇ θερμαινούσῃ καὶ οἴνου
πόσει καὶ τῶν τῆς ψυχῆς παθῶν, αἰδοῖ καὶ θυμῷ συνεπομένη.
εἰ δ’ ἐκ τούτου τοῦ γένους τῆς θερμασίας εἰσί τινες πυρετοὶ,
καθάπερ οἱ ἐπὶ κόποις, ἢ ἐγκαύσεσιν, ἢ ψύξεσιν, ἢ ἐπὶ βουβῶσιν,
ἢ θυμοῖς, τῶν ἀμφισβητουμένων ἐστί. καὶ λέλεκται
μὲν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ·
λελέχθω δὲ καὶ νῦν εἰς τοσοῦτον, ὡς ἡ μὲν ἑτερογενὴς
τοῦ κατὰ φύσιν θερμότης ὀλιγοχρόνιον μὲν ἔχει τὴν ἐκτὸς
ἠρεμίαν, ταχεῖαν δὲ τὴν συστολὴν ἐπιπλέον ἢ κατὰ τὴν ἀναλογίαν
τῆς διαστολῆς, ἡ δὲ τῷ ποσῷ μόνῳ διαλλάττουσα
μείζονά τε ἅμα καὶ θάττονα τὴν διαστολὴν ἤπερ τὴν συστολήν.
ἡ μὲν γὰρ τοιαύτη θερμότης μόνης ἐμψύξεως δεῖται,
Work
Title: De Praesagitione ex Pulsibus
English: Prognosis by Pulses
Original: Περὶ προγνώσεως διὰ σφυγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 205-430
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_075.xml [477 Kb]