De Crisibus (On Crises)
Kühn 1825
ταῦτα, μᾶλλον δὲ καὶ ἀναγκαιότατόν ἐστιν ἀκριβῶς ἐπίστασθαι
διαγινώσκειν, ὁπόσον ἀλλήλων ἀπολείπεταί τε καὶ πλεονεκτεῖ
τά τε τῆς ἀπεψίας καὶ τὰ τῆς πέψεως σημεῖα. καὶ γὰρ
καὶ τὰ τῆς ἀπεψίας οὐ σμικρὰν ἔχει πρὸς ἄλληλα τὴν διαφορὰν,
καὶ τὰ τῆς πέψεως ἔτι δὴ μᾶλλον. εἰ μὲν δὴ τὰ τῆς
παντελοῦς ἀπεψίας γνωρίσματα κατὰ τὴν πρώτην τετράδα
παραμένει, μακρὸς ὁ τῆς ἀρχῆς ἔσται τῷ τοιούτῳ νοσήματι
καιρός· εἰ δέ γε τὰ τῆς ἀμυδρᾶς μετρίως ἐν αὐτῇ φανείη,
μακρὸς μέν ἐστι καὶ οὗτος, ἀλλ’ οὐχ ὁμοίως τῷ πρόσθεν. εἰ
δὲ βραχέα τὰ τῆς ἀπεψίας εἴη σημεῖα, καὶ τὸ μέλλον ἔσται τῆς
ἀρχῆς ὀλίγον. ἐπὶ δὲ τούτοις ἔτι κᾀκεῖνα χρὴ προστιθέναι
τὰ πρὸς Ἱπποκράτους εἰρημένα χρόνου πλείονος ὑπάρχειν ἐνδεικτικὰ,
περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς ὁ λόγος ἡμῖν ἔσται.
νυνὶ δὲ παραδείγματος ἕνεκα τοῦδε τοῦ ἀφορισμοῦ μνημονεύσωμεν.
οἱ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον,
σὺν πραϋτέρῳ δὲ μῆκος νόσου σημαίνουσι. ἐὰν γὰρ ἐν ταῖς
πρώταις ἡμέραις, ἔτι τῶν τῆς ἀπεψίας σημείων ἐπικρατούντων,
ἐπιφαίνηταί τινα τοιαῦτα, προσθήσει τῷ χρόνῳ τῆς
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]