
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
μάτην γράψαι, μηδενὸς τῶν νῦν ἀνθρώπων ὡς ἔπος
εἰπεῖν ἀλήθειαν σπουδάζοντος, ἀλλὰ χρήματά τε καὶ δυνάμεις
πολιτικὰς καὶ ἀπλήστους ἡδονῶν ἀπολαύσεις ἐζηλωκότων
ἐς τοσοῦτον ὡς μαίνεσθαι νομίζειν εἴ τις ἄρα καὶ γένοιτο
σοφίαν ἀσκῶν ἡντιναοῦν. αὐτὴν μὲν γὰρ τὴν πρώτην καὶ
ὄντως σοφίαν, ἐπιστήμην οὖσαν θείων τε καὶ ἀνθρωπίνων
πραγμάτων, οὐδ’ εἶναι νομίζουσι τὸ παράπαν· ἰατρικὴν δὲ
καὶ γεωμετρίαν καὶ ῥητορικὴν ἀριθμητικήν τε καὶ μουσικὴν
ἁπάσας τε τὰς τοιαύτας τέχνας εἶναι μὲν ὑπολαμβάνουσιν,
οὐ μὴν ἐπί γε τὸ τέλος αὐτῶν ἰέναι δικαιοῦσιν. ἀλλ’ ἔμοιγε
καὶ τῶν πάνυ δοκούντων με φιλεῖν ἔνιοι πολλάκις ἐπετίμησαν
ὡς πέρα τοῦ μετρίου τὴν ἀλήθειαν σπουδάζοντι καὶ ὡς οὔθ’
ἑαυτῷ μέλλοντε χρησίμῳ γενήσεσθαι παρ’ ὅλον τὸν βίον οὔτε
ἐκείνοις, εἰ μὴ σχολάσαιμι μέν τι τῆς τοσαύτης περὶ τὴν
ἀλήθειαν σπουδῆς, προσαγορεύοιμι δὲ περιερχόμενος ἕωθεν,
εἰς ἑσπέραν τε συνδειπνοῖμι τοῖς δυναμένοις· ἐκ τούτων γὰρ
καὶ φιλεῖσθαι καὶ προσάγεσθαι καὶ τοὺς τεχνίτας πιστεύεσθαι,
οὐκ ἐκ τῆς οἰκείας παρασκευῆς· οὐδὲ γὰρ εἶναι τοὺς κρίνοντας
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]