
De Methodo Medendi (On the Therapeutic Method)
Kühn 1825
ἐκείνην, ἁπάντων δι’ ὅλης ἡμέρας ἀσχολουμένων, ἕωθεν μὲν
ἔν προσαγορεύσεσι κοινῇ, μετὰ ταῦτα δ’ ἤδη σχιζομένων, ἐπὶ
μὲν τὴν ἀγορὰν καὶ τὰς δίκας οὐ σμικροῦ τινος ἔθνους, ἐπὶ
δ’ αὖ τοὺς ὀρχηστάς τε καὶ τοὺς ἡνιόχους ἑτέρου πλείονος,
οὐκ ὀλίγου δέ τινος ἄλλου τοῖς κύβοις, ἤ τισιν ἔρωσιν,
ἢ λουτροῖς, ἢ μέθαις, ἢ κώμοις σχολάζοντος, ἤ τισιν
ἄλλαις ἡδοναῖς τοῦ σώματος, ἐς ἑσπέραν δὲ κοινῇ πάντων
αὖθις συναθροιζομένων εἰς τὰ συμπόσια, κᾀπειδὰν ἐμπλησθῶσιν
οἴνου, οὐ λύρας ἐν κύκλῳ περιφερομένης, ἢ κιθάρας,
ἤ τινος ἄλλου τῶν μουσικῶν ὀργάνων ὧν ἅπτεσθαι πάλαι
κατὰ τὰς τοιαύτας συνόδους καλὸν ἐνενόμιστο καὶ δεινῶς αἰσχρὸν
τοὐναντίον ἦν, ἀλλ’ οὐδὲ λόγων τινῶν ἀνακοινουμένων,
οἵους ἐν τοῖς συμποσίοις συνέγραψαν ἡμῖν οἱ παλαιοὶ γινομένους,
ἀλλ’ οὐδ’ ἄλλου τῶν καλῶν οὐδενὸς, ἀλλὰ προπινόντων
μὲν ἀλλήλοις, ἁμιλλωμένων δὲ περὶ μεγέθους ἐκπωμάτων.
ἄριστος γὰρ ἐν τούτοις οὐχ ὁ πλείστων ἁψάμενος
ὀργάνων μουσικῶν ἢ λόγων φιλοσόφων, ἀλλ’ ὁ παμπόλλας
καὶ μεγίστας ἐκπιὼν κύλικας· ὥστ’ ἔμοιγε καὶ περὶ τὴν ἕω
Work
Title: De Methodo Medendi
English: On the Therapeutic Method
Original: Θεραπευτικῆς μεθόδου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 10
Pages: 1-1021
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_078.xml [2.0 Mb]