Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

καὶ σικύα δὲ μεγάλη μετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι τὸ δέρμα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ δὲ περιλαμβάνειν αὐτὴν τὸν ὀμφαλόν. εἰ δ’ ἐπὶ τούτοις ἐπιμένοιεν αἱ ὀδύναι, τολμήσεις χρήσασθαι τοῖς δι’ ὀπίου φαρμάκοις, ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι τοῖς ἰατροῖς γινωσκόμενον, εἰδὼς μὲν ἐξ ἀνάγκης τινὰ βλάβην τοῖς πεπονθόσι μορίοις ἐκ τῶν τοιούτων φαρμάκων ἐσομένην, ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάμενος αἱρήσῃ μετὰ μικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης μεγέθους συγκοπτόμενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡμέραις ἐπανορθώσασθαι τὴν γεγενημένην βλάβην ὑπὸ τοῦ φαρμάκου. καλεῖται μὲν οὖν ἀνώδυνα φάρμακα τὰ τοιαῦτα τῷ παύειν τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρμάκῳ καὶ πᾶσι τοῖς δι’ ὀπίου σκευαζομένοις οὐκ εὐθέως, ἀλλὰ μετὰ χρόνον τῆς συνθέσεως ἐνιαύσιον ἢ πάντως γε μῆνας ἕξ. μάλιστα μὲν οὖν καὶ τάχιστα διὰ τῶν πινομένων φαρμάκων

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]