Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

εἶδες δ’ αὐτῷ καὶ σύριγγα θεραπευθεῖσαν, ἐφ’ ἧς στενῆς τ’ οὔσης ὀπῆς καὶ μακρᾶς καὶ μηδέπω μοι φαινομένης ἔχειν ἔνδον ἐν αὐτῇ τύλον, ἀλλὰ μόνον ῥύπον, ἐν ᾗ καὶ πρότερον ἔκλυσα τὴν κονίαν, εἶτ’ ἐπισχὼν ἐν τῇ σύριγγι μεῖναι τοσοῦτον χρόνον, ἐν ὅσῳ τὸν ῥύπον ἤλπισα τελέως ἐκπεσεῖν ἅπαντα, μετὰ ταῦτ’ ἐπέθηκα τὸ φάρμακον. οὕτω δὲ καὶ τοὺς ὑπ’ αὐτῷ τῷ δέρματι μόνῳ κόλπους σαρκώσεως μὲν οὐ δεομένους, ἀμαθῶς δὲ θεραπευομένους ὑπό τινων, ἅμα τῷ παραλαβεῖν ἐκόλλησα τῷ φαρμάκῳ τῷδε προεκκλύσας τῇ κονίᾳ, διὰ τὸ μηδενὶ τῶν καθαιρόντων ἕλκους φαρμάκων χρῆσθαι τοὺς θεραπεύοντας. ὅταν γε μὴν τῶν εἰς ἀπόστασιν ἀφικνουμένων ὄγκων ἡ τομὴ γένηται βραδέως ἢ δι’ ἀμαθίαν τῶν θεραπευόντων ἢ διὰ δειλίαν τῶν θεραπευομένων, οὐκ ἐπιτρεπόντων τεμεῖν, ἀλλὰ περιμεινάντων ἐν χρόνῳ πλείονι διαβρωθῆναι τὸ δέρμα πρὸς τοῦ πύου, συμβαίνει πολλάκις ἅπαν τὸ περὶ τῷ κατὰ τὴν ἀπόστασιν ἀθροισθέντι πύῳ δέρμα λεπτὸν ἱκανῶς γενέσθαι, καθάπερ τι ῥάκος· ὅθεν ἡγοῦμαι καὶ τοὔνομα αὐτῷ πρὸς τῶν ἰατρῶν τεθεῖσθαι τὸ ῥακῶδες. ἔστιν οὖν τὰ τοιαῦτα

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]