Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τἄλλα σύμπαντα προτρέποιτο. κατὰ ταὐτὰ δὲ καὶ τὰς ἕξεις τοῦ σώματος χρὴ σκοπεῖσθαι. τοῖς μὲν γὰρ πυκνὴν καὶ στερεὰν ἔχουσι τὴν σάρκα δυσπαθὴς ἡ ἕξις. ὥστ’ οὐδὲν χρὴ δεδιέναι κενοῦν αὐτοὺς εἰσάπαξ, ἤν γε καὶ τἄλλα κελεύῃ. τοῖς δὲ μαλακήν τε καὶ βρυώδη καὶ διαῤῥέουσαν ἑτοίμως εὐπαθής ἐστι δεινῶς. ὥστε τῶν γε τοιούτων οὐδ’ εἰ πάντα τἄλλα κελεύοι, τοῦ αἵματος ἀποχεῖν οὐδὲ τότε τολμητέον, ἀλλὰ καὶ ταῖς ἄλλαις κενώσεσι καθ’ ὅσον οἷόν τε μετρίως τε καὶ εὐλαβῶς χρηστέον. ὁμοίως δὲ καὶ ὅσοι παχεῖς ὑπερβαλλόντως ἢ ἰσχνοὶ, καὶ γὰρ καὶ τούτων τάς τε φλέβας τέμνειν φυλακτέον καὶ τὰς ἄλλας κενώσεις τὰς ἀθρόας εὐλαβητέον. εἴη δ’ ἂν ἐν τούτοις καὶ ἡ ἡλικία, καθάπερ τι σύμπτωμα κωλυτικὸν ἀθρόας κενώσεως· οὔτε γὰρ οἱ παῖδες οὔθ’ οἱ γέροντες ἀλύπως αὐτὰς φέρουσι. πάντας οὖν τοὺς εἰρημένους, ὅταν αἱ διαθέσεις κένωσιν ὑπαγορεύωσιν, οὐχ ἅπαξ οὐδ’ ἀθρόως, ἀλλὰ κατὰ βραχὺ κενωτέον, ἀσιτίαις τε συμμέτροις καὶ τρίψεσι καὶ κλύσμασι μαλακοῖς, καταιονήσεσί τε καὶ καταπλάσμασι καὶ βαλανείοις· ἑκάστου πάλιν τούτων τὴν ἔνδειξιν ἀπὸ τῶν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]