Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

προειρημένων λαμβάνοντας. οὕτω δὲ καὶ εἰ δύο ποτὲ συμπτώματα ἐναντία παρακολουθοίη, σκέπτεσθαι χρὴ, ὁπότερον αὐτῶν ἰσχυρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ εἰ νοσήματα δύο περὶ τὸν αὐτὸν ἄνθρωπον εἴη, μαχομένας τὰς ἐνδείξεις ποιούμενα· καὶ γὰρ καὶ τότε πρὸς τὸ κατεπεῖγον ἵστασθαι χρὴ, μηδὲ θατέρου παντάπασιν ἀμελοῦντας. τὰς δ’ ἀπὸ τῶν συμπτωμάτων τε καὶ νοσημάτων ἐνδείξεις οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐργαζομένην ἕκαστον αἰτίαν χρὴ σκοπεῖν, οἷόν ἐστι ἡ λειποθυμία καὶ ἡ ἔκλυσις. εἰώθασι γὰρ οἱ ἰατροὶ καθ’ ἑνὸς πράγματος ἄμφω ταῦτα τὰ ὀνόματα φέρειν· αὐτὸ μὲν οὖν τὸ πρᾶγμα ἕν ἐστιν, αἰτίαι δ’ αὐτοῦ πολλαί. λειποθυμοῦσι γὰρ ἐπί τε χολέραις καὶ διαῤῥοίαις καὶ δυσεντερίαις καὶ λυεντερίαις καὶ γυναικείῳ ῥῷ καὶ τραύμασιν, αἱμοῤῥοΐσι τε καὶ ἀναγωγαῖς αἵματος καὶ ταῖς διὰ ῥινῶν αἱμοῤῥαγίαις καὶ λοχείαις καθάρσεσιν ἀμέτροις. ἤνεγκε δέ ποτε καὶ ἀπεψία μεγάλη λειποθυμίαν καὶ μάλισθ’ ὅταν ἀμετρότερον ὑπαγάγῃ τὴν γαστέρα. καὶ ὁ βούλιμος δὲ καλούμενος οὐδὲν ἄλλο ἢ λειποθυμία ἐστί. καὶ ὑστερικῆς πνίξεως ἁπάσης λειποθυμία προηγεῖται·

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]