Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

γὰρ ἐν τοῖς τοιούτοις καὶ σχεδὸν ἀνίατοι ταῖς τῶν οἴνων πόσεσιν ἕπονται βλάβαι. μηδενὸς δὲ κωλύοντος, ἐφεξῆς δεῖ διορίζεσθαι τήν τε φύσιν τοῦ νοσοῦντος καὶ τὸ ἔθος καὶ τὴν ἡλικίαν καὶ τὴν τοῦ περιέχοντος ἀέρος κρᾶσιν· εἰς ταῦτα γὰρ ἀποβλέπων ἢ θερμὸν ἢ ψυχρὸν δώσεις τὸ πόμα. τοὺς μὲν γὰρ ἀήθεις ψυχροῦ πόματος ἢ καὶ φανερῶς βλαπτομένους ὑπ’ αὐτοῦ καὶ ὅσοι φύσει ψυχρότεροι καὶ τοὺς ἐν ἐσχάτῳ γήρᾳ ἢ καὶ χωρίῳ ψυχροτέρῳ φύσει ἢ καὶ χειμῶνος εἴργειν τοῦ ψυχροῦ. τοῖς δ’ ἐναντίως ἔχουσιν ἀδεῶς διδόναι πίνειν. ἔστω δὲ καὶ οἶνος ἐπὶ μὲν τοῖς εἰς τὴν γαστέρα ῥεύμασι θερμός τε καὶ λεπτὸς, οἷος ὁ Λέσβιος. ἐπὶ δὲ ταῖς αἱμοῤῥαγίαις παχύς τε καὶ μέλας καὶ στρυφνός. ἐπὶ δὲ τοὺς τόπους αὐτοὺς ἐπιτιθέναι, γαστρὶ μὲν καὶ μήτρᾳ καὶ στομάχῳ καὶ θώρακι τὰ τονοῦν πεφυκότα. κεφαλῇ δὲ καὶ μετώπῳ καὶ ταῦτα καὶ τὰ ψύχοντα. καὶ ἐφ’ ὧν ἐπιπολῆς καὶ κατὰ τοὺς μυκτῆρας φλεβῶν εἴη τις ἐῤῥωγυῖα, τῶν ἐπεχόντων φαρμάκων τὸ αἷμα ἐπιτιθέναι. λουτρὰ δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατα·

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]