Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος μέρους οὐκ ἔθ’ ὁμοίως. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόμενοι ψύχεσθαι μὲν ἐθέλουσιν, ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν· οὐ μὴν ὅσα γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρμακα πέφυκε, ταῦτά γ’ ἔτι φέρουσιν, ἀλλὰ μόνον τῶν ψυχόντων προσίενται τὰ ξηραίνειν μάλιστα δυνάμενα. μὴ τοίνυν μήτε θριδακίνην αὐτοῖς μήτε πολύγονον μήτε τὸν ἀπὸ τῶν τελμάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ψύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζωον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναμένων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ μήτε σπόγγῳ ποτὲ θαῤῥήσῃς ὕδατι ψυχρῷ βεβρεγμένῳ μήτε στρύχνῳ, καί τοι καὶ τοῦτο ξηραίνειν τε καὶ ψύχειν πέφυκεν, ἀλλὰ μετρίως. οἳ δ’ ἄρα σφοδροτέρας ἢ κατὰ τὸν στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατ’ ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου. μετὰ δὲ ταῦτα τήν τε φακῆν μιγνύειν δεῖ καὶ μέλιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονὰς κατάπλασμα, περιελὼν αὐτοῦ τὸ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]