Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἢ εἰ τὰς χεῖρας θερμαίνοις τε καὶ ἀνατρίψαις καὶ διαδήσαις. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις ἢ σφυροῖς διαιρῶν καὶ σικύας μηροῖς προσβάλλων καὶ θερμαίνων καὶ ἀνατρίβων καὶ διαδῶν τὰ σκέλη. καὶ εἰ μὲν ἡ δεξιὰ μήτρα πεπόνθοι, ἐκ δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷμα. τῆς δ’ ἀριστερᾶς πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατ’ εὐθὺ κώλων. τὸ γὰρ καθ’ ἵξιν ὑπ’ αὐτοῦ λεγόμενον αὐτὸ τοῦτ’ ἔστι τὸ κατ’ ἰσότητα. τέμνειν δὲ τὰς ἔνδον φλέβας τοῦ Ἱπποκράτους· αὗται γὰρ ἐγγυτέρω τε τῶν πεπονθότων μορίων καὶ μᾶλλον κατ’ εὐθύ. καὶ γὰρ εἰ σπληνὸς φλεγμαίνοντος κενοῦν αἵματος ἐθέλοις, τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέμνειν, καὶ εἰ ἥπατος, τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγμαῖνον, ὡς ἐν συνάγχαις τε καὶ ὀφθαλμίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς ἔξωθέν τε καὶ κατ’ εὐθύ· τῶν κώλων δ’ αὐτῶν πεπονθότων ἀπὸ τῶν ὁμοζύγων ἡ κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν ἐθέλοις, πλὴν εἰ μὴ χρόνιον εἴη τὸ πάθημα. τηνικαῦτα γὰρ ἀπ’ αὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κᾀπὶ τῶν συναγχικῶν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]