Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέμνομεν, ὅταν ἡμῖν τὸ μὲν ὅλον ἤδη σῶμα κενὸν ᾖ, χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ σπληνὶ καὶ ἥπατι σικύας προσβάλλομεν. οὕτω δὲ καὶ ἄλλο τι καὶ ἄλλο μέρος πεπονθὸς ἀποσχάζομεν, οὐκ ἐπιῤῥεόντων ἔτι τῶν χυμῶν· ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε μᾶλλον καὶ διπλάσιον ἐργάσῃ τὸ κακόν· ἀλλ’ ὅταν ἤδη τὸ μὲν ὅλον ἀπέριττον ᾖ σῶμα, μηδὲν δ’ ἐπιῤῥέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύματος ἐν τῷ μορίῳ. καὶ μὴν καὶ ὅτι τὰ μὲν ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἐπ’ οὖρα χρὴ προτρέπειν, τὰ δ’ ἐν τοῖς σιμοῖς ἐπὶ τὴν κάτω διαχώρησιν, ἡ θέσις ἐδίδαξε τοῦ σπλάγχνου. καὶ ὅτι θώρακα μὲν καὶ πνεύμονα διὰ βηχῶν ἐκκαθαίρειν· γαστέρα δὲ καὶ στόμαχον δι’ ἐμέτων· ἔντερα δὲ ταῖς κάτω διαχωρήσεσιν· ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς μὲν ταῖς δι’ οὔρων· μήτραν δὲ ταῖς διὰ τῶν καταμηνίων· ἐγκέφαλον δὲ καὶ μήνιγγας ταῖς δι’ ὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς μὲν ἐπιπολῆς μορίοις τοιοῦτον εἶδος χρὴ φαρμάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος· τοῖς δ’ ἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν μεταξὺ μέλλουσιν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]