Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
ὁμιλήσειν ταῖς δυνάμεσειν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλ’
οἷον ἔσεσθαι μέλλει παρὰ τῆς θέσεως τῶν μορίων ἐμάθομεν.
ὥστ’ εἴ τι τῶν ἔξωθεν ἐπιτιθεμένων εἴτε τῶν ἐσθιομένων ἢ
πινομένων εἴη τὸ φάρμακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναμιν
ἐπισκεπτέον, ἀλλ’ οἵαν ἕξει πλησιάζον τῷ πεπονθότι
μορίῳ. ταῦτ’ ἄρα ταῖς τοῦ πνεύμονος φλεγμοναῖς, ὅσα προσφέρουσιν
ἔξωθεν ἐπιπλάσματα, τῷ θώρακι περιβάλλοντες
ἰσχυρότερα πολὺ καὶ δριμύτερα τὴν φύσιν ἐστὶν ἢ εἰ αὐτῷ
τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν μεταξὺ
σωμάτων τὸ ἐντυγχάνειν μέλλον τῷ πεπονθότι μορίῳ παροδεῦον
πάντως ἂν ἐξελύθη τε καὶ ἠμαυρώθη τὴν δύναμιν, εἰ
ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος
διδόναι προσῆκεν, ὁπόσον ἡ ὁδὸς ἀφαιρεῖται· ὥστε ἶσον
καθίστασθαι τὸ λειπόμενον τῷ διὰ τοῦ ψαύειν ὠφε
λοῦντι. ταῦτ’ ἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς μὲν ἐπιπολῆς
φλεγμαίνουσιν ἱκανὰ, τὰ χαλᾷν μόνον δυνάμενα· τοῖς δ’
ἔνδον, ὥσπερ καὶ τῷ ὑμένι τῷ ὑπεζωκότι, δριμυτέρων δεῖ. καὶ
περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]