Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

μορίων ὁ αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων τὸ δέρμα, καί τοι πολὺ σκληρότερόν τε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε δέονται, τοσούτῳ μαλακωτέρων φαρμάκων ἂν ἐδεήθησαν, ὅσῳ καὶ ἡ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ μὲν δὴ καὶ ὅσα κελεύουσί τε ἐσθίειν καὶ πίνειν φάρμακα τοῖς τῶν σπλάγχνων παθήμασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριμύτερά τε καὶ ἰσχυρότερά ἐστι ταῖς δυνάμεσιν ἢ οἵων δεῖται τὰ πάσχοντα μόρια, πλὴν τῶν γαστρὶ καὶ στομάχῳ συμφερόντων· ταῦτα γὰρ μόνα τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη· τὰ δ’ ἄλλα πάντα δριμύτερα καὶ ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι· καὶ μάλισθ’ ὅσα νεφρῶν ἢ πνεύμονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον ἀριθμὸν μορίων διεξέρχεται, τὸ μέλλον εἰς πνεύμονα φέρεσθαι. πρῶτον μὲν στόμα καὶ φάρυγγα καὶ στόμαχον· ἔπειτα δ’ αὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων· εἶτα τὰς ἐν τῷ μεσεντερίῳ φλέβας· εἶτα τὰς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος· ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς μεταληφθὲν, ἐντεῦθεν 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]