De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)
Kühn 1826
πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς
καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυμνάσια καὶ λουτρὰ
πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι
συμφέρειν φῂς βοήθημα κενωτικὸν, ὅτι μήτε πάντες εἰθισμένοι
χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ μὲν λουτροῖς μᾶλλον, οἱ δὲ γυμνασίοις,
οἱ δὲ τοῖς μετὰ δεῖπνον ἐμέτοις, καὶ ὅτι μὴ τοῖς αὐτοῖς
ἅπαντες εὐάλωτοι νοσήμασιν, ἀλλ’ ὁ μέν τις ἐπιληψίαις, ὁ
δ’ αἵματος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν.
οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσομεν βαλανείοις κενοῦν,
ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον
ἐν θώρακι ῥαγῆναι γυμνάσομεν. κίνδυνος γὰρ δηλαδὴ
ταῖς τῶν γυμνασίων συντονίαις, εἰ καὶ μὴ πλῆθος ἦν, ἀλλ’ ὡς
διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυμνασομένῳ. ὅπως
οὖν αὐτὸν ἰασόμεθα δίδαξον ἡμᾶς. ὅτι μὲν γὰρ κενωτέον
ἐστὶν ὁμολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχομεν βοηθήματα
γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυμνασίοις
μὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ μὲν
ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ μὴ χρηστέον ἐπὶ
Work
Title: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 147-186
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_080.xml [80 Kb]