Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόμενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριμένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ μαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵματος ἀναγωγῆς συγγράμματι διαδέσμοις τε ἅμα καὶ ἀσιτίαις χρώμενος ὑπὸ τούτων μὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζομαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδοξος ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ μὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλ’ ἐμοὶ τὸ φαινόμενον ἤρκει. μεγίστη γὰρ αἱμοῤῥαγίαις ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται μὲν τὸ αἷμα καὶ εἰς ἀτμοὺς λύεται καὶ πνεύματα τοῦ τε θερμαινομένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. μαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερμολουσίαις ἀποτελεῖται τὰ σώματα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα πάθοι αὐτά γε μαλακώτερα γενόμενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅμα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν βαλανείοις ἐπιχειρήσομεν κενοῦν οἷς φόβος δι’ αἵματος πλῆθος 

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download