Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

φυλάττονται γὰρ τὴν πλείονα, μεταβάλλουσαν αὐτὸ κατὰ ποιότητα καὶ κνισσοῦσαν ἑτοίμως, ἢ πυρῆνας ἐλαιῶν, ἢ σῖτον ἐν κύκλῳ περιτιθέασιν, ἢ ἐπεμβάλλουσί τινα φάρμακα τοῖς ἀγγείοις αὐτοῖς, ἑνὶ δὲ λόγῳ τὸ μὲν ὑδατῶδες ἐξάγουσι καὶ δαπανῶσι, τὸ λοιπὸν δὲ φυλάττουσιν. ἐὰν οὖν οὕτω γλυκὺ καὶ λευκὸν ἔλαιον λαβὼν, ᾧ μηδ’ ἀπ’ ἀρχῆς ὑπῆρχε μετέχειν ἁλῶν, ἔτι δὲ καὶ πλύνεις, ὡς εἴρηται πρόσθεν, ἀδηκτότατόν ἐστί σοι τοῦτο πάντων φαρμάκων. καὶ ἡμεῖς τοι πολλάκις τοιοῦτόν τισιν ἔλαιον ἐδώκαμεν πιεῖν καὶ αὐτοί τε προσηνεγκάμεθα πείρας ἕνεκα καὶ ἦν ἄδηκτόν τε κατ’ ἔντερον ἀκριβῶς καὶ τῆς φάρυγγος ἥκιστα κερχνῶδες, ἐγχεόμενόν τε τοῖς ὀφθαλμοῖς βραχεῖαν αἴσθησιν ἔφερεν αὐτῷ μόνῳ τῷ ξένῳ καὶ ἀήθει μᾶλλον ἢ τῇ δριμύτητι διοχλοῦν. τὸ μὲν δὴ τοιοῦτον ἔλαιον, ἀκριβῶς ὑπάρχον ἔλαιον, ὑγραίνει τε πάντα καὶ μαλάττει, μήτε ψυχρὸν ἄκρως, ὡς εἴρηται, μήτε θερμὸν προσφερόμενον. ᾧ δὲ καὶ τῶν ἁλῶν μέτεστιν, ἔχει τι καὶ δήξεως ἐξ ἀνάγκης, ἀλλὰ θαυμάσαιμ’ ἂν εἴ τις

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download