Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἅπαν ὑπάρχει δακνῶδες, οὔτε τῷ πᾶν εἴ τι δακνῶδές ἐστιν, τοῦτο καὶ κερχνῶδες ὑπάρχειν, ἕπεται τὸ πᾶν εἴ τι κερχνῶδές ἐστιν, καὶ δακνῶδες ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἰ μὴ κερχνῶδες οὐδὲ δακνῶδες ἀληθές. ἀντιστρέφει γὰρ, οὐ μὴν εἴ τι κερχνῶδες, εὐθὺς καὶ δακνῶδες· ἀναστρέφει γὰρ τοῦτο. δέδεικται δ’ ἐν ταῖς λογικαῖς μεθόδοις ὡς οἱ μὲν ἀντιστρέφοντες τοῖς ἀληθέσι λόγοις ἀληθεῖς εἰσιν, οἱ δὲ ἀναστρέφοντες οὐκέτι πάντως ἀληθεῖς. εἴπερ οὖν οὐκ ἐξ ἀνάγκης ἀληθές ἐστιν τὸ εἴ τι κερχνῶδές ἐστιν, τοῦτο εἶναι εὐθὺς καὶ δακνῶδες, οὐδ’ ἂν τὸ ἔλαιον ἐκ τοῦ κερχνῶδες εἶναι καὶ δακνῶδες δεικνύοιτο. μόνως γὰρ ἂν εἴπερ ὡμολόγητο, πᾶν τὸ κερχνῶδες δακνῶδες ὑπάρχειν, ἀληθῶς ἂν εὑρέθη τὸ τοιοῦτον συνημμένον, εἰ κερχνῶδές ἐστι τὸ ἔλαιον, καὶ δακνῶδές ἐστιν, ἵνα ἕπηται τούτῳ τῷ λόγῳ προσλήψεως τοιᾶσδε γενομένης· ἀλλὰ μὴν κερχνῶδές ἐστι τὸ ἔλαιον, ἕπεται τὸ συμπέρασμα κατὰ τὸν πρῶτον ἀναπόδεικτον τοιοῦτον, δακνῶδες ἄρα ἐστὶ τὸ ἔλαιον. ἀλλὰ γὰρ οὐχ οὕτως ἐπιχειρητέον

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download