Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τὸ ὕδωρ ἐκεῖνο τοσοῦτον ὅσον ἡ θάλαττα τῶν ποταμῶν. ὥστ’ οὐδ’ εἰ βούλοιο κατὰ τοῦ βάθους καθεὶς ἑαυτὸν φέρεσθαι κάτω, δυνηθείης ἄν· οὕτως ἐξαίρει τε καὶ κουφίζει τὸ ὕδωρ, οὐχ ὡς φύσει κοῦφον ὑπάρχον, ὅπερ ἤδη τις εἷπε τῶν παλαιῶν σοφιστῶν, ἀλλ’ ὡς Ἀριστοτέλης ἔλεγε, διὰ βαρύτητα δίκην πηλοῦ βαστάζον τὰ κουφότερα. καὶ κατὰ τοῦτό γέ τοι καὶ εἰ συνδήσας ἀνθρώπου τὼ χεῖρε καὶ τὼ πόδε μεθείης εἰς τὸ τῆς λίμνης ἐκείνης ὕδωρ, οὐκ οἰχήσεται κάτω. καὶ μὲν δὴ καὶ ὡς ἐν τῇ θαλάττῃ πλείονα φορτία τῶν ἐν ταῖς λίμναις τε καὶ ποταμοῖς βαστάζει τὰ πλοῖα μὴ βυθιζόμενα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ νεκρᾷ λίμνῃ πολλαπλάσια τῶν ἐν τῇ θαλάττῃ. τοσούτῳ γάρ ἐστιν τὸ κατ’ αὐτὴν ὕδωρ τοῦ θαλαττίου βαρύτερον ὅσον τὸ θαλάττιον τοῦ λιμναίου τε καὶ ποταμίου. πρόσεστι γὰρ ἡ τῶν ἁλῶν οὐσία, γεώδης τε καὶ βαρεῖα. καί σοι καὶ αὐτῷ γεννῆσαι θάλατταν ἔξεστιν, ἅλας ὕδατι ποτίμῳ διατήξαντι καὶ γνῶναι πόσῳ βαρύτερον ἀποτελεῖται τὸ τοιοῦτο ὕδωρ τοῦ γλυκέος. ἀλλὰ καὶ μέτρον ἤδη τι πεποίηνται τοῦ τὴν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download