Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

καὶ τὰς πρὸς ἀφροδίσια ὁρμὰς ὅ τε πεφρυγμένος καὶ ὁ ἄφρυκτος καρπὸς, καὶ τὰ φύλλα καὶ τὰ ἄνθη τοῦ θάμνου ταὐτὸ τοῦτο δύναται δρᾷν, ὥστε οὐ μόνον ἐσθιόμενα καὶ πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα. ταῦτ’ ἄρα καὶ τοῖς Θεσμοφορίοις αἱ γυναῖκες Ἀθήνῃσιν ὑποστρωννύουσιν ἑαυταῖς ὅλον τὸν θάμνον, ἐντεῦθεν δὲ καὶ τοὔνομα αὐτῷ. ἐξ ὧν ἁπάντων δῆλον, εἴ γε τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μεμνήμεθα, θερμαίνειν τε ἅμα καὶ ξηραίνειν καὶ ἀφυσότατον ὑπάρχειν ἄγνον. ὅτι δὲ λεπτομερὴς ἀκριβῶς ἐστιν ἡ δύναμις αὐτοῦ τεκμήριον. καὶ γὰρ τὸ πρὸς κεφαλὴν. ἅπτειν οὐ διὰ πλῆθος ἀτμώδους πνεύματος ὑπ’ αὐτοῦ γεννωμένου μᾶλλον ἤπερ διὰ θερμότητα καὶ λεπτομέρειαν εὔλογον γίνεται. εἴ περ γὰρ ἦν φυσώδους πνεύματος γεννητικὸν, ἐνεφύσησέ τε ἂν τὴν γαστέρα καὶ τὰς πρὸς ἀφροδίσια παρώξυνεν ὁρμὰς ὥσπερ εὔζωμον. ἐπεὶ δὲ οὐ μόνον οὐ παροξύνει, ἀλλὰ καὶ καταστέλλειν πέφυκεν, εἴη ἂν κατὰ τὴν πηγάνου μάλιστα δύναμιν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν, οὐ μὴν ἶσόν γ’ ἐστὶν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download