Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

οὔτε ὀμφάκιον, οὔτε στυπτηρία, πολὺ δὲ μᾶλλον οὔτε χαλκὸς κεκαυμένος, οὔτε λεπὶς, οὔτε μίσυ κολλᾷν ἕλκη πέφυκεν, ἕτερά τε μυρία τῶν στυφόντων ἐστὶν ἀδύνατα κολλᾷν. εἰ δ’ ἄρα καὶ μὴ τοῦτό τις, ἀλλὰ τὰ κολλητικὰ πάντα στυπτικὰ λέγοι, δειχθήσεται κᾀνταῦθα πολλὰ κολλῶντα χωρὶς τοῦ στύφειν. οὐδέτερος οὖν ἀληθὴς λόγος ἁπλῶς καὶ ἀδιορίστως λεχθεὶς, οὔθ’ ὅταν ἅπαντα φάσκωσι τὰ στύφοντα κολλᾷν ἕλκος, οὔθ’ ὅταν πάντα τὰ κολλώμενα διὰ τῶν στυφόντων κολλᾶσθαι. πολὺ δὲ δὴ καὶ τούτων ἔτι μᾶλλον ἄτοπά τε καὶ ψεύδη λέγουσιν ἤδη καὶ περὶ τὴν αἴσθησιν, ὅταν καὶ τὰ δακνώδη καὶ τὰ δριμέα καὶ τὰ πικρὰ καὶ τὰ ἁλυκὰ καὶ πρὸς τούτοις ἔτι τὰ μαλακώτατα καὶ ἥδιστα ταῖς ποιότησι στύφειν λέγουσιν, ὥσπερ οὐ τῆς γεύσεως αἰσθητὸν τὸ στῦφον ὑπάρχον, ἀλλ’ ἐκ τῆς ἐκείνων νομοθεσίας λαμβανόμενον. ἡ μὲν γὰρ ῥοιὰ καὶ τὸ μῆλον, εἰ τύχοι, καὶ τὸ μέσπιλον, ἀπίων τέ τινα γένη καὶ μύρτα καὶ οὖα καὶ οἶνος Ἀμυναῖος καὶ Μαρσὸς ἐναργῶς ἡμᾶς στύφει. πυροὶ δὲ καὶ ζειαὶ καὶ κέγχροι Ἡρόδοτον μὲν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download